Περὶ ἱερῆς νούσου §§ 1-6, 21 Ιπποκράτης

[1] περὶ μὲν τῆς ἱερῆς νούσου καλεομένης ὧδε ἔχει· οὐδέν τί μοι δοκεῖ τῶν ἄλλων θειοτέρη εἶναι νούσων οὐδὲ ἱερωτέρη, ἀλλὰ φύσιν μὲν ἔχει καὶ αὕτη καὶ πρόφασιν, οἱ δ᾽ ἄνθρωποι ἐνόμισαν θεῖόν τι πρῆγμα εἶναι ὑπὸ ἀπειρίης καὶ θαυμασιότητος, ὅτι οὐδὲν ἔοικεν ἑτέροισι· καὶ κατὰ μὲν τὴν ἀπορίην αὐτοῖσι τοῦ μὴ γινώσκειν τὸ θεῖον διασῴζεται, κατὰ δὲ τὴν εὐπορίην τοῦ τρόπου τῆς ἰήσιος ᾧ ἰῶνται, ἀπόλλυται, ὅτι καθαρμοῖσί τε ἰῶνται καὶ ἐπαοιδῇσιν. εἰ δὲ διὰ τὸ θαυμάσιον θεῖον νομιεῖται, πολλὰ τὰ ἱερὰ νοσήματα ἔσται τούτου εἵνεκεν καὶ οὐχὶ ἓν, ὡς ἐγὼ ἀποδείξω ἕτερα οὐδὲν ἧσσον ἐόντα θαυμάσια οὐδὲ τερατώδεα, ἃ οὐδεὶς νομίζει ἱερὰ εἶναι. τοῦτο μὲν γὰρ οἱ πυρετοὶ οἱ ἀμφημερινοὶ καὶ οἱ τριταῖοι καὶ οἱ τεταρταῖοι οὐδὲν ἧσσόν μοι δοκέουσιν ἱεροὶ εἶναι καὶ ὑπὸ θεοῦ γίνεσθαι ταύτης τῆς νούσου, ὧν οὐ θαυμασίως γ᾽ ἔχουσιν· τοῦτο δὲ ὁρῶ μαινομένους ἀνθρώπους καὶ παραφρονέοντας ἀπὸ οὐδεμιῆς προφάσιος ἐμφανέος, καὶ πολλά τε καὶ ἄκαιρα ποιέοντας, ἔν τε τῷ ὕπνῳ οἶδα πολλοὺς οἰμώζοντας καὶ βοῶντας, τοὺς δὲ πνιγομένους, τοὺς δὲ καὶ ἀναΐσσοντάς τε καὶ φεύγοντας ἔξω καὶ παραφρονέοντας μέχρι ἐπέγρωνται, ἔπειτα δὲ ὑγιέας ἐόντας καὶ φρονέοντας ὥσπερ καὶ πρότερον, ἐόντας τ᾽ αὐτοὺς ὠχρούς τε καὶ ἀσθενέας, καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. ἄλλα τε πολλά ἐστι καὶ παντοδαπά, ὧν περὶ ἑκάστου λέγειν πολὺς ἂν εἴη λόγος.

[2] ἐμοὶ δὲ δοκέουσιν οἱ πρῶτοι τοῦτο τὸ νόσημα ἱερώσαντες τοιοῦτοι εἶναι ἄνθρωποι οἷοι καὶ νῦν εἰσι μάγοι τε καὶ καθάρται καὶ ἀγύρται καὶ ἀλαζόνες, ὁκόσοι προσποιέονται σφόδρα θεοσεβέες εἶναι καὶ πλέον τι εἰδέναι. οὗτοι τοίνυν παραμπεχόμενοι καὶ προβαλλόμενοι τὸ θεῖον τῆς ἀμηχανίης τοῦ μὴ ἔχειν ὅ τι προσενέγκαντες ὠφελήσουσι, καὶ ὡς μὴ κατάδηλοι ἔωσιν οὐδὲν ἐπιστάμενοι, ἱερὸν ἐνόμισαν τοῦτο τὸ πάθος εἶναι· καὶ λόγους ἐπιλέξαντες ἐπιτηδείους τὴν ἴησιν κατεστήσαντο ἐς τὸ ἀσφαλὲς σφίσιν αὐτοῖσι, καθαρμοὺς προσφέροντες καὶ ἐπαοιδάς, λουτρῶν τε ἀπέχεσθαι κελεύοντες καὶ ἐδεσμάτων πολλῶν καὶ ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν· θαλασσίων μὲν τρίγλης, μελανούρου, κεστρέος, ἐγχέλυος (οὗτοι γὰρ ἐπικηρότατοί εἰσι), κρεῶν δὲ αἰγείων καὶ ἐλάφων καὶ χοιρίων καὶ κυνὸς (ταῦτα γὰρ κρεῶν ταρακτικώτατά ἐστι τῆς κοιλίης), ὀρνίθων δὲ ἀλεκτρυόνος καὶ τρυγόνος καὶ ὀτίδος (ἃ νομίζεται ἰσχυρότατα εἶναι), λαχάνων δὲ μίνθης, σκορόδου καὶ κρομμύων (δριμὺ γὰρ ἀσθενέοντι οὐδὲν συμφέρει), ἱμάτιον δὲ μέλαν μὴ ἔχειν (θανατῶδες γὰρ τὸ μέλαν), μηδ᾽ ἐν αἰγείῳ κατακεῖσθαι δέρματι μηδὲ φορεῖν, μηδὲ πόδα ἐπὶ ποδὶ ἔχειν μηδὲ χεῖρα ἐπὶ χειρὶ (πάντα γὰρ ταῦτα κωλύματα εἶναι). ταῦτα δὲ τοῦ θείου εἵνεκεν προστιθέασιν, ὡς πλέον τι εἰδότες, καὶ ἄλλας προφάσιας λέγοντες, ὅπως, εἰ μὲν ὑγιὴς γένοιτο, αὐτῶν ἡ δόξα εἴη καὶ ἡ δεξιότης, εἰ δ᾽ ἀποθάνοι, ἐν ἀσφαλεῖ καθίσταιντο αὐτῶν αἱ ἀπολογίαι καὶ ἔχοιεν πρόφασιν ὡς οὐδὲν αἴτιοί εἰσιν, ἀλλ᾽ οἱ θεοί· οὔτε γὰρ φαγεῖν οὔτε πιεῖν ἔδοσαν φάρμακον οὐδέν, οὔτε λουτροῖσι καθήψησαν, ὥστε δοκεῖν αἴτιοι εἶναι. ἐγὼ δὲ δοκέω Λιβύων ἂν τῶν τὴν μεσόγειον οἰκεόντων οὐδὲν᾽ ἂν ὑγιαίνειν, ὅτι ἐν αἰγείοισι δέρμασι κατακέονται καὶ κρέασιν αἰγείοισι χρέονται, ἐπεὶ οὐκ ἔχουσιν οὔτε στρῶμα οὔτε ἱμάτιον οὔτε ὑπόδημα ὅ τι μὴ αἴγειόν ἐστιν· οὐ γάρ ἔστιν αὐτοῖς ἄλλο προβάτιον οὐδὲν ἢ αἶγες. εἰ δὲ ταῦτα ἐσθιόμενα καὶ προσφερόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκέτι ὁ θεὸς αἴτιός ἐστιν, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θεοῦ ἀφανίζεται ἡ δύναμις.

[3] οὕτως οὖν ἔμοιγε δοκέουσιν οἵτινες τῷ τρόπῳ τούτῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖα· ὅπου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ᾽ ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαί τε τοῖσιν ἀνθρώποισι καὶ προσπίπτειν; ὥστε τὸ θεῖον μηκέτι αἴτιον εἶναι, ἀλλά τι ἀνθρώπινον. ὅστις γὰρ οἷός τε περικαθαίρων ἐστὶ καὶ μαγεύων ἀπάγειν τοιοῦτον πάθος, οὗτος κἂν ἐπάγοι ἕτερα τεχνησάμενος, καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ θεῖον ἀπόλλυται. τοιαῦτα λέγοντες καὶ μηχανώμενοι προσποιέονται πλέον τι εἰδέναι, καὶ ἀνθρώπους ἐξαπατῶσι προστιθέμενοι αὐτοῖς ἁγνείας τε καὶ καθάρσιας, ὅ τε πολὺς αὐτοῖς τοῦ λόγου ἐς τὸ θεῖον ἀφήκει καὶ τὸ δαιμόνιον. καίτοι ἔμοιγε οὐ περὶ εὐσεβείης τοὺς λόγους δοκέουσι ποιεῖσθαι, ὡς οἴονται, ἀλλὰ περὶ ἀσεβείης μᾶλλον, καὶ ὡς οἱ θεοὶ οὐκ εἰσί, τὸ δὲ εὐσεβὲς αὐτῶν καὶ τὸ θεῖον ἀσεβές ἐστι καὶ ἀνόσιον, ὡς ἐγὼ διδάξω.

[4] εἰ γὰρ σελήνην καθαιρεῖν καὶ ἥλιον ἀφανίζειν καὶ χειμῶνά τε καὶ εὐδίην ποιεῖν καὶ ὄμβρους καὶ αὐχμοὺς καὶ θάλασσαν ἄπορον καὶ γῆν ἄφορον καὶ τἄλλα τὰ τοιουτότροπα πάντα ὑποδέχονται ἐπίστασθαι, εἴτε καὶ ἐκ τελετέων εἴτε καὶ ἐξ ἄλλης τινὸς γνώμης καὶ μελέτης φασὶ ταῦτα οἷόν τ᾽ εἶναι γενέσθαι οἱ ταῦτ᾽ ἐπιτηδεύοντες, δυσσεβεῖν ἔμοιγε δοκέουσι καὶ θεοὺς οὔτε εἶναι νομίζειν οὔτε ἰσχύειν οὐδέν, οὔτε εἴργεσθαι ἂν οὐδενὸς τῶν ἐσχάτων. ἃ ποιέοντες πῶς οὐ δεινοὶ αὐτοί εἰσιν; εἰ γὰρ ἄνθρωπος μαγεύων καὶ θύων σελήνην καθαιρήσει καὶ ἥλιον ἀφανιεῖ καὶ χειμῶνα καὶ εὐδίην ποιήσει, οὐκ ἂν ἔγωγ᾽ ἔτι θεῖον νομίσαιμι τοῦτο εἶναι, ἀλλ᾽ ἀνθρώπινον, εἰ δὴ τοῦ θείου ἡ δύναμις ὑπὸ ἀνθρώπου γνώμης κρατεῖται καὶ δεδούλωται. ἴσως δὲ οὐχ οὕτως ἔχει ταῦτα, ἀλλ᾽ ἄνθρωποι βίου δεόμενοι πολλὰ καὶ παντοῖα τεχνῶνται καὶ ποικίλλουσιν ἔς τε τἄλλα πάντα καὶ ἐς τὴν νοῦσον ταύτην, ἑκάστῳ εἴδει τοῦ πάθεος θεῷ τὴν αἰτίην προστιθέντες. καὶ ἢν μὲν γὰρ αἶγα μιμῶνται, καὶ ἢν βρύχωνται, ἢ τὰ δεξιὰ σπῶνται, Μητέρα θεῶν φασιν αἰτίην εἶναι. ἢν δὲ ὀξύτερον καὶ εὐτονώτερον φθέγγηται, ἵππῳ εἰκάζουσι, καί φασι Ποσειδῶνα αἴτιον εἶναι, ἢν δὲ καὶ τῆς κόπρου τι παρῇ, ὃσα πολλάκις γίνεται ὑπὸ τῆς νούσου βιαζομένοισιν, Ἐνοδίῃ πρόσκειται ἡ ἐπωνυμίη· ἢν δὲ πυκνότερον καὶ λεπτότερον, οἷον ὄρνιθες, Ἀπόλλων νόμιος. ἢν δὲ ἀφρὸν ἐκ τοῦ στόματος ἀφίῃ καὶ τοῖσι ποσὶ λακτίζῃ, Ἄρης τὴν αἰτίην ἔχει. οἷσι δὲ νυκτὸς δείματα παρίσταται καὶ φόβοι καὶ παράνοιαι καὶ ἀναπηδήσιες ἐκ τῆς κλίνης καὶ φεύξιες ἔξω, Ἑκάτης φασὶν εἶναι ἐπιβολὰς καὶ ἡρώων ἐφόδους. καθαρμοῖσί τε χρέονται καὶ ἐπαοιδῇσι, καὶ ἀνοσιώτατόν τε καὶ ἀθεώτατον πρῆγμα ποιέουσιν, ὡς ἔμοιγε δοκεῖ· καθαίρουσι γὰρ τοὺς ἐχομένους τῇ νούσῳ αἵματί τε καὶ ἄλλοισι τοιούτοις ὥσπερ μίασμά τι ἔχοντας, ἢ ἀλάστορας, ἢ πεφαρμακευμένους ὑπὸ ἀνθρώπων, ἤ τι ἔργον ἀνόσιον εἰργασμένους, οὓς ἐχρῆν τἀναντία τούτων ποιεῖν, θύειν τε καὶ εὔχεσθαι καὶ ἐς τὰ ἱερὰ φέροντας ἱκετεύειν τοὺς θεούς· νῦν δὲ τούτων μὲν ποιέουσιν οὐδέν, καθαίρουσι δέ· καὶ τὰ μὲν τῶν καθαρμῶν γῇ κρύπτουσι, τὰ δὲ ἐς θάλασσαν ἐμβάλλουσι, τὰ δ᾽ ἐς τὰ ὄρεα ἀποφέρουσιν, ὅπῃ μηδεὶς ἅψεται μηδ᾽ ἐμβήσεται· τὰ δ᾽ ἐχρῆν ἐς τὰ ἱερὰ φέροντας τῷ θεῷ ἀποδοῦναι, εἰ δὴ θεός ἐστιν αἴτιος. οὐ μέντοι ἔγωγε ἀξιῶ ὑπὸ θεοῦ ἀνθρώπου σῶμα μιαίνεσθαι, τὸ ἐπικηρότατον ὑπὸ τοῦ ἁγνοτάτου, ἀλλὰ καὶ ἢν τυγχάνῃ ὑπὸ ἑτέρου μεμιασμένον ἤ τι πεπονθός, ὑπὸ τοῦ θεοῦ καθαίρεσθαι ἂν αὐτὸ καὶ ἁγνίζεσθαι μᾶλλον ἢ μιαίνεσθαι. τὰ γοῦν μέγιστα τῶν ἁμαρτημάτων καὶ ἀνοσιώτατα τὸ θεῖόν ἐστι τὸ καθαῖρον καὶ ἁγνίζον καὶ ῥύμμα γινόμενον ἡμῖν, αὐτοί τε ὅρους τοῖσι θεοῖσι τῶν ἱερῶν καὶ τῶν τεμενέων ἀποδείκνυμεν, ὡς ἂν μηδεὶς ὑπερβαίνῃ ἢν μὴ ἁγνεύῃ, ἐσιόντες τε ἡμεῖς περιρραινόμεθα οὐχ ὡς μιαινόμενοι, ἀλλ᾽ εἴ τι καὶ πρότερον ἔχομεν μύσος, τοῦτο ἀφαγνιούμενοι. καὶ περὶ μὲν τῶν καθαρμῶν οὕτω μοι δοκεῖ ἔχειν.

[5] τὸ δὲ νόσημα τοῦτο οὐδέν τί μοι δοκεῖ θειότερον εἶναι τῶν λοιπῶν, ἀλλὰ φύσιν μὲν ἔχειν καὶ τὰ ἄλλα νοσήματα ὅθεν ἕκαστα γίνεται, φύσιν δὲ τοῦτο καὶ πρόφασιν· καὶ ἰητὸν εἶναι, καὶ οὐδὲν ἧσσον ἑτέρων, ὅ τι ἂν μὴ ἤδη ὑπὸ χρόνου πολλοῦ καταβεβιασμένον ᾖ ὥστε ἰσχυρότερον εἶναι τῶν φαρμάκων τῶν προσφερομένων. ἄρχεται δὲ ὥσπερ καὶ τἄλλα νοσήματα κατὰ γένος· εἰ γὰρ ἐκ φλεγματώδεος φλεγματώδης, καὶ ἐκ χολώδεος χολώδης γίνεται, καὶ ἐκ φθινώδεος φθινώδης, καὶ ἐκ σπληνώδεος σπληνώδης, τί κωλύει, ὅτῳ πατὴρ ἢ μήτηρ εἴχετο τούτῳ τῷ νοσήματι, τούτων καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα; ὡς ὁ γόνος ἔρχεται πάντοθεν τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς καὶ ἀπό τῶν νοσερῶν νοσερός. ἕτερον δὲ μέγα τεκμήριον ὅτι οὐδὲν θειότερόν ἐστι τῶν λοιπῶν νοσημάτων· τοῖσι γὰρ φλεγματώδεσι φύσει γίνεται, τοῖσι δὲ χολώδεσιν οὐ προσπίπτει· καίτοι εἰ θειότερόν ἐστι τῶν ἄλλων, τοῖσιν ἅπασιν ὁμοίως ἔδει γίνεσθαι τὴν νοῦσον ταύτην, καὶ μὴ διακρίνειν μήτε χολώδεα μήτε φλεγματώδεα.

[6] ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νοσημάτων τῶν μεγίστων· ὅτῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σάφα.

………………………………………………………

[21] αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἀπὸ τῶν αὐτῶν προφασίων γίνεται ἀφ᾽ ὧν καὶ αἱ λοιπαί, ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων καὶ ψύχεος καὶ ἡλίου καὶ πνευμάτων μεταβαλλομένων τε καὶ οὐδέποτε ἀτρεμιζόντων. ταῦτα δ᾽ ἐστὶ θεῖα, ὥστε μηδὲν δεῖ ἀποκρίνοντα τὸ νόσημα θειότερον τῶν λοιπῶν νομίσαι, ἀλλὰ πάντα θεῖα καὶ πάντα ἀνθρώπινα· φύσιν δὲ ἕκαστον ἔχει καὶ δύναμιν ἐφ᾽ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον· ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ᾽ ὧν καὶ γίνεται. ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τοτὲ δὲ καὶ κάκωσις. τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅπως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει. χρὴ γὰρ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὐξάνειν τὰ νοσήματα, ἀλλὰ τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ καὶ μὴ τὸ σύνηθες· ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει τε καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει τε καὶ ἀμαυροῦται. ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι ξηρὸν καὶ ὑγρὸν ποιεῖν καὶ ψυχρὸν καὶ θερμὸν ὑπὸ διαίτης, οὗτος καὶ ταύτην τὴν νόσον ἰῷτο ἄν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν συμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγείης.

Was this article helpful?

Related Articles